- 텍스트

Strabo, Geography, book 15, chapter 1 108:

(스트라본, 지리학, book 15, chapter 1 108:)

γυμνασίων δὲ μάλιστα τρῖψιν δοκιμάζουσι καὶ ἄλλως καὶ διὰ σκυταλίδων ἐβενίνων λείων ἐξομαλίζονται τὰ σώματα.? λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι. πολλὰς δὲ γαμοῦσιν ὠνητὰς παρὰ τῶν γονέων, λαμβάνουσί τε ἀντιδιδόντες ζεῦγος βοῶν, ὧν τὰς μὲν εὐπειθείας χάριν τὰς δ ἄλλας ἡδονῆς καὶ πολυτεκνίας: εἰ δὲ μὴ σωφρονεῖν ἀναγκάσαιεν, πορνεύειν ἔξεστι. θύει δὲ οὐδεὶς ἐστεφανωμένος οὐδὲ θυμιᾷ οὐδὲ σπένδει, οὐδὲ σφάττουσι τὸ ἱερεῖον ἀλλὰ πνίγουσιν, ἵνα μὴ λελωβημένον ἀλλ ὁλόκληρον διδῶται τῷ θεῷ: ψευδομαρτυρίας δ ὁ ἁλοὺς ἀκρωτηριάζεται, ὅ τε πηρώσας οὐ τὰ αὐτὰ μόνον ἀντιπάσχει ἀλλὰ καὶ χειροκοπεῖται: ἐὰν δὲ καὶ τεχνίτου χεῖρα ἢ ὀφθαλμὸν ἀφέληται, θανατοῦται. δούλοις δὲ οὗτος μέν φησι μηδένα Ἰνδῶν χρῆσθαι, Ὀνησίκριτος δὲ τῶν ἐν τῇ Μουσικανοῦ τοῦτ ἴδιον ἀποφαίνει καὶ ὡς κατόρθωμά γε: καθάπερ καὶ ἄλλα πολλὰ λέγει τῆς χώρας ταύτης κατορθώματα ὡς εὐνομωτάτης.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION