- 텍스트

Strabo, Geography, book 15, chapter 1 88:

(스트라본, 지리학, book 15, chapter 1 88:)

τῶν δὲ μυρμήκων τῶν χρυσωρύχων δέρματα ἰδεῖν φησιν οὗτος παρδαλέαις ὅμοια.? Μεγασθένης δὲ περὶ τῶν μυρμήκων οὕτω φησὶν ὅτι ἐν Δέρδαις, ἔθνει μεγάλῳ τῶν προσεῴων καὶ ὀρεινῶν Ἰνδῶν, ὀροπέδιον εἰή τρισχιλίων πως τὸν κύκλον σταδίων: ὑποκειμένων δὲ τούτῳ χρυσωρυχείων οἱ μεταλλεύοντες εἰε῀ν μύρμηκες, θηρία ἀλωπέκων οὐκ ἐλάττω, τάχος ὑπερφυὲς ἔχοντα καὶ ζῶντα ἀπὸ θήρας: ὀρύττει δὲ χειμῶνι τὴν γῆν, σωρεύει τε πρὸς τοῖς στομίοις, καθάπερ οἱ ἀσφάλακες: ψῆγμα δ ἐστὶ χρυσοῦ μικρᾶς ἑψήσεως δεόμενον: τοῦθ ὑποζυγίοις μετίασιν οἱ πλησιόχωροι λάθρᾳ: φανερῶς γὰρ διαμάχονται καὶ διώκουσι φεύγοντας, καταλαβόντες δὲ διαχρῶνται καὶ αὐτοὺς καὶ τὰ ὑποζύγια. πρὸς δὲ τὸ λαθεῖν κρέα θήρεια προτιθέασι κατὰ μέρη: περισπασθέντων δ ἀναιροῦνται τὸ ψῆγμα καὶ τοῦ τυχόντος τοῖς ἐμπόροις ἀργὸν διατίθενται, χωνεύειν οὐκ εἰδότες.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION