호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θήρα δὲ τῶν θηρίων τούτων τοιάδε.? χωρίον ψιλὸν ὅσον τεττάρων ἢ πέντε σταδίων τάφρῳ περιχαράξαντες βαθείᾳ γεφυροῦσι τὴν εἴσοδον στενωτάτῃ γεφύρᾳ: εἶτ εἰσαφιᾶσι θηλείας τὰς ἡμερωτάτας τρεῖς ἢ τέτταρας, αὐτοὶ δ ἐν καλυβίοις κρυπτοῖς ὑποκάθηνται λοχῶντες: ἡμέρας μὲν οὖν οὐ προσίασιν οἱ ἄγριοι, νύκτωρ δ ἐφ ἕνα ποιοῦνται τὴν εἴσοδον: εἰσιόντων δὲ κλείουσι τὴν εἴσοδον λάθρᾳ, εἶτα τῶν ἡμέρων ἀθλητῶν τοὺς ἀλκιμωτάτους εἰσάγοντες διαμάχονται πρὸς αὐτούς, ἅμα καὶ λιμῷ καταπονοῦντες: ἤδη δὲ καμνόντων οἱ εὐθαρσέστατοι τῶν ἡνιόχων λάθρᾳ καταβαίνοντες ὑποδύνουσιν ἕκαστος τῇ γαστρὶ τοῦ οἰκείου ὀχήματος: ὁρμώμενος δ ἐνθένδε ὑποδύνει τῷ ἀγρίῳ καὶ σύμποδα δεσμεῖ: γενομένου δὲ τούτου κελεύουσι τοῖς τιθασοῖς τύπτειν τοὺς συμποδισθέντας ἑώς ἂν πέσωσιν εἰς τὴν γῆν, πεσόντων δ ὠμοβοΐνοις ἱμᾶσι προσλαμβάνονται τοὺς αὐχένας αὐτῶν πρὸς τοὺς τῶν τιθασῶν: ἵνα δὲ μὴ σειόμενοι τοὺς ἀναβαίνειν ἐπ αὐτοὺς ἐπιχειροῦντας ἀποσείοιντο, τοῖς τραχήλοις αὐτῶν ἐμβάλλονται κύκλῳ τομὰς καὶ κατ αὐτὰς τοὺς ἱμάντας περιτιθέασιν ὥσθ ὑπ ἀλγηδόνων εἴκειν τοῖς δεσμοῖς καὶ ἡσυχάζειν: τῶν δ ἁλόντων ἀπολέξαντες τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας τοὺς λοιποὺς ἀπάγουσιν εἰς τοὺς σταθμούς, δήσαντες δὲ τοὺς μὲν πόδας πρὸς ἀλλήλους τοὺς δὲ αὐχένας πρὸς κίονα εὖ πεπηγότα, δαμάζουσι λιμῷ: ἔπειτα χλόῃ καλάμου καὶ πόας ἀναλαμβάνουσι: μετὰ δὲ ταῦτα πειθαρχεῖν διδάσκουσι, τοὺς μὲν διὰ λόγου τοὺς δὲ μελισμῷ τινι καὶ τυμπανισμῷ κηλοῦντες: σπάνιοι δ οἱ δυστιθάσευτοι: φύσει γὰρ διάκεινται πράως καὶ ἡμέρως, ὥστ ἐγγὺς εἶναι λογικῷ ζῴῳ: οἱ δὲ καὶ ἐξαίμους τοὺς ἡνιόχους ἐν τοῖς ἀγῶσι πεσόντας ἀνελόμενοι σώζουσιν ἐκ τῆς μάχης, τοὺς δὲ ὑποδύντας μεταξὺ τῶν προσθίων ποδῶν ὑπερμαχόμενοι διέσωσαν: τῶν δὲ χορτοφόρων καὶ διδασκάλων εἴ τινα παρὰ θυμὸν ἀπέκτειναν, οὕτως ἐπιποθοῦσιν ὥσθ ὑπ ἀνίας ἀπέχεσθαι τροφῆς, ἔστι δ ὅτε καὶ ἀποκαρτερεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기