호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οἱ μετ’ Ἀλεξάνδρου στρατεύσαντεσ λέγουσιν. ἐκδέδοται δέ τισ καὶ Κρατεροῦ πρὸσ τὴν μητέρα Ἀριστοπάτραν ἐπιστολὴ πολλά τε ἄλλα παράδοξα φράζουσα καὶ οὐχ ὁμολογοῦσα οὐδενὶ καὶ δὴ καὶ τὸ μέχρι τοῦ Γάγγου προελθεῖν τὸν Ἀλέξανδρον· αὐτόσ τέ φησιν ἰδεῖν τὸν ποταμὸν καὶ κήτη τὰ ἐπ’ αὐτῷ καὶ μέγεθοσ καὶ πλάτουσ καὶ βάθουσ πόρρω πίστεωσ μᾶλλον ἢ ἐγγύσ. ὅτι μὲν γὰρ μέγιστοσ τῶν μνημονευομένων κατὰ τὰσ τρεῖσ ἠπείρουσ καὶ μετ’ αὐτὸν ὁ Ἰνδόσ, τρίτοσ δὲ καὶ τέταρτοσ ὁ Ἴστροσ καὶ ὁ Νεῖλοσ, ἱκανῶσ συμφωνεῖται· τὰ καθ’ ἕκαστα δ’ ἄλλοι ἄλλωσ περὶ αὐτοῦ λέγουσιν, οἱ μὲν τριάκοντα σταδίων τοὐλάχιστον πλάτοσ οἱ δὲ καὶ τριῶν, Μεγασθένησ δέ, ὅταν ᾖ μέτριοσ, καὶ εἰσ ἑκατὸν εὐρύνεσθαι, βάθοσ δὲ εἴκοσιν ὀργυιῶν τοὐλάχιστον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기