- 텍스트

Strabo, Geography, book 15, chapter 1 60:

(스트라본, 지리학, book 15, chapter 1 60:)

καὶ τὴν Κάθαιαν δέ τινες [καὶ] τὴν Σωπείθους, τῶν νομαρχῶν τινος, κατὰ τήνδε τὴν μεσοποταμίαν τιθέασιν:? ἄλλοι δὲ καὶ τοῦ Ἀκεσίνου πέραν καὶ τοῦ Υἁρώτιδος, ὅμορον τῇ Πώρου τοῦ ἑτέρου, ὃς ἦν ἀνεψιὸς τοῦ ὑπ Ἀλεξάνδρου ἁλόντος: καλοῦσι δὲ Γανδαρίδα τὴν ὑπὸ τούτῳ χώραν. ἐν δὲ τῇ Καθαίᾳ καινότατον ἱστορεῖται τὸ περὶ τοῦ κάλλους ὅτι τιμᾶται διαφερόντως, ὡς ἵππων καὶ κυνῶν: βασιλέα τε γὰρ τὸν κάλλιστον αἱρεῖσθαί φησιν Ὀνησίκριτος, γενόμενόν τε παιδίον μετὰ δίμηνον κρίνεσθαι δημοσίᾳ πότερον ἔχοι τὴν ἔννομον μορφὴν καὶ τοῦ ζῆν ἀξίαν ἢ οὔ, κριθέντα δ ὑπὸ τοῦ ἀποδειχθέντος ἄρχοντος ζῆν ἢ θανατοῦσθαι: βάπτεσθαί τε πολλοῖς εὐανθεστάτοις χρώμασι τοὺς πώγωνας αὐτοῦ τούτου χάριν καλλωπιζομένους: τοῦτο δὲ καὶ ἄλλους ποιεῖν ἐπιμελῶς συχνοὺς τῶν Ἰνδῶν καὶ γὰρ δὴ φέρειν τὴν χώραν χρόας θαυμαστάς καὶ θριξὶ καὶ ἐσθῆσι: τοὺς δ ἀνθρώπους τὰ ἄλλα μὲν εὐτελεῖς εἶναι φιλοκόσμους δέ. ἴδιον δὲ τῶν Καθαίων καὶ τοῦτο ἱστορεῖται τὸ αἱρεῖσθαι νυμφίον καὶ νύμφην ἀλλήλους καὶ τὸ συγκατακαίεσθαι τεθνεῶσι τοῖς ἀνδράσι τὰς γυναῖκας κατὰ τοιαύτην αἰτίαν, ὅτι ἐρῶσαί ποτε τῶν νέων ἀφίσταιντο τῶν ἀνδρῶν ἢ φαρμακεύοιεν αὐτούς: νόμον οὖν θέσθαι τοῦτον ὡς παυσομένης τῆς φαρμακείας: οὐ πιθανῶς μὲν οὖν ὁ νόμος οὐδ ἡ αἰτία λέγεται. φασὶ δ ἐν τῇ Σωπείθους χώρᾳ ὀρυκτῶν ἁλῶν ὄρος εἶναι ἀρκεῖν δυνάμενον ὅλῃ τῇ Ἰνδικῇ: καὶ χρυσεῖα δὲ καὶ ἀργυρεῖα οὐ πολὺ ἄπωθεν ἐν ἄλλοις ὄρεσιν ἱστορεῖται καλά, ὡς ἐδήλωσε Γόργος ὁ μεταλλευτής. οἱ δ Ἰνδοὶ μεταλλείας καὶ χωνείας ἀπείρως ἔχοντες οὐδ ὧν εὐποροῦσιν ἴσασιν, ἀλλ ἁπλούστερον μεταχειρίζονται τὸ πρᾶγμα.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION