호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀριστόβουλος δὲ μόνα καὶ ὑέσθαι καὶ νίφεσθαι τὰ ὄρη καὶ τὰς ὑπωρείας φησί, τὰ πεδία δὲ καὶ ὄμβρων ὁμοίως ἀπηλλάχθαι καὶ νιφετῶν, ἐπικλύζεσθαι δὲ μόνον κατὰ τὰς ἀναβάσεις τῶν ποταμῶν:? τὴν δὲ θάλατταν ἄπλουν εἶναι τῶν ἀνέμων ἀντιπνεόντων, ἀπογαίας δὲ μηδεμιᾶς πνοῆς ἐκδεξαμένης. νίφεσθαι μὲν οὖν τὰ ὄρη κατὰ χειμῶνα, τοῦ δὲ ἐάρος ἀρχομένου καὶ τοὺς ὄμβρους ἐνάρχεσθαι καὶ ἀεὶ καὶ μᾶλλον λαμβάνειν ἐπίδοσιν: τοῖς δ ἐτησίαις καὶ ἀδιαλείπτως νύκτωρ καὶ μεθ ἡμέραν ἐκχεῖσθαι καὶ λάβρους ἑώς ἐπιτολῆς ἀρκτούρου: ἔκ τε δὴ τῶν χιόνων καὶ τῶν ὑετῶν πληρουμένους [ποταμοὺς] ποτίζειν τὰ πεδία. κατανοηθῆναι δὲ ταῦτα καὶ ὑφ ἑαυτοῦ καὶ ὑπὸ τῶν ἄλλων φησίν, ὡρμηκότων μὲν εἰς τὴν Ἰνδικὴν ἀπὸ Παροπαμισαδῶν, μετὰ δὲ δυσμὰς πληιάδων, καὶ διατριψάντων κατὰ τὴν ὀρεινὴν ἔν τε τῇ Ὑπασίων καὶ τῇ Ἀσσακανοῦ γῇ τὸν χειμῶνα, τοῦ δ ἐάρος ἀρχομένου καταβεβηκότων εἰς τὰ πεδία καὶ πόλιν Τάξιλα εὐμεγέθη, ἐντεῦθεν δ ἐπὶ Ὑδάσπην καὶ τὴν Πώρου χώραν: τοῦ μὲν οὖν χειμῶνος ὕδωρ οὐκ ἰδεῖν ἀλλὰ χιόνας μόνον: ἐν δὲ τοῖς Ταξίλοις πρῶτον ὑσθῆναι, καὶ ἐπειδὴ καταβᾶσιν ἐπὶ τὸν Ὑδάσπην καὶ νικήσασι Πῶρον ὁδὸς ἦν ἐπὶ τὸν Ὕπανιν πρὸς ἑώ κἀκεῖθεν ἐπὶ τὸν Ὑδάσπην πάλιν, ὑέσθαι συνεχῶς καὶ μάλιστα τοῖς ἐτησίαις, ἐπιτείλαντος δὲ ἀρκτούρου γενέσθαι παῦλαν: διατρίψαντας δὲ περὶ τὴν ναυπηγίαν ἐπὶ τῷ Ὑδάσπῃ καὶ πλεῖν ἀρξαμένους πρὸ δύσεως πληιάδος οὐ πολλαῖς ἡμέραις, καὶ τὸ φθινόπωρον πᾶν καὶ τὸν χειμῶνα καὶ τὸ ἐπιὸν ἐάρ καὶ θέρος ἐν τῷ κατάπλῳ πραγματευθέντας ἐλθεῖν εἰς τὴν Παταληνὴν περὶ κυνὸς ἐπιτολήν: δέκα μὲν δὴ τοῦ κατάπλου γενέσθαι μῆνας, οὐδαμοῦ δ ὑετῶν αἰσθέσθαι οὐδ ὅτε ἐπήκμασαν οἱ ἐτησίαι, τῶν δὲ ποταμῶν πληρουμένων τὰ πεδία κλύζεσθαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기