호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦται μὲν αἱ τοῦ Ἐρατοσθένους ἀποφάσεις.? προστεθεῖσαι δὲ καὶ αἱ τῶν ἄλλων, εἴ πού τι προσακριβοῦσιν, εἰδοποιήσουσι τὴν γραφήν. οἱο῀ν περὶ τῆς Ταπροβάνης Ὀνησίκριτός φησι μέγεθος μὲν εἶναι πεντακισχιλίων σταδίων, οὐ διορίσας μῆκος οὐδὲ πλάτος, διέχειν δὲ τῆς ἠπείρου πλοῦν ἡμερῶν εἴκοσιν: ἀλλὰ κακοπλοεῖν τὰς ναῦς, φαύλως μὲν ἱστιοπεποιημένας κατεσκευασμένας δὲ ἀμφοτέρωθεν [πρῴραις] ἐγκοιλίων μητρῶν χωρίς. εἶναι δὲ καὶ ἄλλας νήσους αὐτῆς μεταξὺ καὶ τῆς Ἰνδικῆς, νοτιωτάτην δ ἐκείνην. κήτη δ ἀμφίβια περὶ αὐτὴν γίνεσθαι, τὰ μὲν βουσὶ τὰ δ ἵπποις τὰ δ ἄλλοις χερσαίοις ἐοικότα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기