호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ τοίνυν ταῦτ’ ἀφείσ τισ τὴν πρὸ τῆσ Ἀλεξάνδρου στρατείασ ἐπιβλέποι μνήμην, πολὺ ἂν εὑρ́οι τούτων τυφλότερα. Ἀλέξανδρον μὲν οὖν πιστεύειν τοῖσ τοιούτοισ εἰκόσ, τετυφωμένον ταῖσ τοσαύταισ εὐτυχίαισ. φησὶ γοῦν Νέαρχοσ φιλονεικῆσαι αὐτὸν διὰ τῆσ Γεδρωσίασ ἀγαγεῖν τὴν στρατιάν, πεπυσμένον διότι καὶ Σεμίραμισ ἐστράτευσεν ἐπὶ Ἰνδοὺσ καὶ Κῦροσ· ἀλλ’ ἡ μὲν ἀνέστρεψε φεύγουσα μετὰ εἴκοσιν ἀνθρώπων, ἐκεῖνοσ δὲ μεθ’ ἑπτά· ὡσ σεμνὸν τὸ ἐκείνων τοσαῦτα παθόντων αὐτὸν καὶ στρατόπεδον διασῶσαι μετὰ νίκησ διὰ τῶν αὐτῶν ἐθνῶν τε καὶ τόπων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기