- 텍스트

Strabo, Geography, Book 13, chapter 3 4:

(스트라본, 지리학, Book 13, chapter 3 4:)

εἰκοτολογεῖν δ ἔστι κἂν εἴ τις τὸν ἀκριβῆ ζητεῖ κατὰ τὸν ποιητὴν ὁρ´ον μέχρι τίνος οἱ Κίλικες διέτεινον καὶ οἱ Πελασγοὶ καὶ ἔτι οἱ μεταξὺ τούτων Κήτειοι λεγόμενοι οἱ ὑπὸ τῷ Εὐρυπύλῳ.? περὶ μὲν οὖν τῶν Κιλίκων καὶ τῶν ὑπ Εὐρυπύλῳ τὰ ἐνόντα εἴρηται, καὶ διότι ἐπὶ τὰ περὶ τὸν Κάικον μάλιστα περατοῦνται. τοὺς δὲ Πελασγοὺς εὔλογον τούτοις ἐφεξῆς τιθέναι ἔκ τε τῶν ὑφ Ὁμήρου λεγομένων καὶ ἐκ τῆς ἄλλης ἱστορίας. ὁ μὲν γὰρ οὕτω φησίν Ἱππόθοος δ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον: τῶν ἦρχ Ἱππόθοός τε Πύλαιός τ ὄζος Ἄρηος, υἱε῀ δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. ἐξ ὧν πλῆθός τε ἐμφαίνει ἀξιόλογον τὸ τῶν Πελασγῶν οὐ γὰρ φῦλον, ἀλλὰ φῦλα ἔφη καὶ τὴν οἴκησιν ἐν Λαρίσῃ φράζει. πολλαὶ μὲν οὖν αἱ Λάρισαι, δεῖ δὲ τῶν ἐγγύς τινα δέξασθαι, μάλιστα δ ἂν τὴν περὶ Κύμην ὑπολάβοι τις ὀρθῶς: τριῶν γὰρ οὐσῶν ἡ μὲν καθ Ἁμαξιτὸν ἐν ὄψει τελέως ἐστὶ τῷ Ἰλίῳ, καὶ ἐγγὺς σφόδρα ἐν διακοσίοις που σταδίοις, ὥστ οὐκ ἂν λέγοιτο πιθανῶς ὁ Ἱππόθοος πεσεῖν ἐν τῷ ὑπὲρ Πατρόκλου ἀγῶνι "τῆλ ἀπὸ Λαρίσης," ταύτης γε, ἀλλὰ μᾶλλον τῆς περὶ Κύμην: χίλιοι γάρ που στάδιοι μεταξύ: τρίτη δ ἐστὶ Λάρισα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ πεδίῳ, ἥν φασι πόλιν ὑπάρξαι πρότερον, ἔχουσαν καὶ ἱερὸν Ἀπόλλωνος Λαρισηνοῦ, πλησιάζουσαν τῷ Τμώλῳ μᾶλλον ἢ τῇ Ἐφέσῳ: ταύτης γὰρ ἑκατὸν καὶ ὀγδοήκοντα διέχει σταδίους, ὥστε ὑπὸ τοῖς Μῄοσιν ἄν τις τάττοι ταύτην. Ἐφέσιοι δ αὐξηθέντες ὕστερον πολλὴν τῆς τῶν Μῃόνων, οὓς νῦν Λυδοὺς φαμέν, ἀπετέμοντο, ὥστ οὐδ αὕτη ἂν ἡ τῶν Πελασγῶν Λάρισα εἰή, ἀλλ ἐκείνη μᾶλλον. καὶ γὰρ τῆς μὲν ἐν τῇ Καϋστριανῇ Λαρίσης οὐδὲν ἔχομεν τεκμήριον ἰσχυρὸν ὡς ἦν ἤδη τότε: οὐδὲ γὰρ τῆς Ἐφέσου. τῆς δὲ περὶ τὴν Κύμην μαρτύριόν ἐστι πᾶσα ἡ Αἰολικὴ ἱστορία μικρὸν ὕστερον τῶν Τρωικῶν γενομένη.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION