- 텍스트

Strabo, Geography, Book 13, chapter 1 111:

(스트라본, 지리학, Book 13, chapter 1 111:)

Μυσία μὲν οὖν ἔστιν ἡ περὶ τὸ Ἀδραμύττιον:? ἦν δέ ποτε ὑπὸ Λυδοῖς, καὶ νῦν πύλαι Λύδιαι καλοῦνται ἐν Ἀδραμυττίῳ, Λυδῶν ὥς φασι τὴν πόλιν ἐκτικότων. Μυσίας δὲ καὶ Ἄστυρα τὴν πλησίον κώμην φασίν. ἦν δὲ πολίχνη ποτέ, ἐν ᾗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερὸν ἐν ἄλσει, προστατούμενον μετὰ ἁγιστείας ὑπ Ἀντανδρίων, οἷς μᾶλλον γειτνιᾷ: διέχει δὲ τῆς παλαιᾶς Χρύσης εἴκοσι σταδίους, καὶ αὐτῆς ἐν ἄλσει τὸ ἱερὸν ἐχούσης. αὐτοῦ δὲ καὶ ὁ Ἀχίλλειος χάραξ: ἐν δὲ τῇ μεσογαίᾳ ἀπὸ πεντήκοντα σταδίων ἐστὶν ἡ Θήβη ἔρημος, ἥν φησιν ὁ ποιητής "ὑπὸ Πλάκῳ ὑληέσσῃ. " οὔτε δὲ Πλάκος ἢ Πλὰξ ἐκεῖ τι λέγεται, οὔθ ὕλη ὑπέρκειται καίτοι πρὸς τῇ Ἴδῃ. Ἀστύρων δ ἡ Θήβη διέχει εἰς ἑβδομήκοντα σταδίους, Ἀνδείρων δὲ ἑξήκοντα. πάντα δὲ ταῦτά ἐστι τὰ ὀνόματα τόπων ἐρήμων ἢ φαύλως οἰκουμένων ἢ ποταμῶν χειμάρρων: τεθρύληται δὲ διὰ τὰς παλαιὰς ἱστορίας.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION