- 텍스트

Strabo, Geography, Book 13, chapter 1 65:

(스트라본, 지리학, Book 13, chapter 1 65:)

ὅ τε Πολίτης ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς, τύμβῳ ἐπ ἀκροτάτῳ Αἰσυήταο γέροντος, μάταιος ἦν.? καὶ γὰρ εἰ ἐπ ἀκροτάτῳ, ὅμως ἀπὸ πολὺ ἂν μείζονος ὕψους τῆς ἀκροπόλεως ἐσκόπευεν ἐξ ἴσου σχεδόν τι διαστήματος, μὴ δεόμενος μηδὲν τῆς ποδωκείας τοῦ ἀσφαλοῦς χάριν: πέντε γὰρ διέχει σταδίους ὁ νῦν δεικνύμενος τοῦ Αἰσυήτου τάφος κατὰ τὴν εἰς Ἀλεξάνδρειαν ὁδόν. οὐδ ἡ τοῦ Ἕκτορος δὲ περιδρομὴ ἡ περὶ τὴν πόλιν ἔχει τι εὔλογον: οὐ γάρ ἐστι περίδρομος ἡ νῦν διὰ τὴν συνεχῆ ῥάχιν: ἡ δὲ παλαιὰ ἔχει περιδρομήν.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION