호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπὸ δὲ τῆσ κατὰ τούτουσ τοὺσ τόπουσ Ἰδαίασ ὀρεινῆσ δύο φησὶν ἀγκῶνασ ἐκτείνεσθαι πρὸσ θάλατταν, τὸν μὲν εὐθὺ Ῥοιτείου τὸν δὲ Σιγείου, ποιοῦντασ ἐξ ἀμφοῖν γραμμὴν ἡμικυκλιώδη· τελευτᾶν δ’ ἐν τῷ πεδίῳ, τοσοῦτον ἀπέχοντασ τῆσ θαλάττησ ὅσον τὸ νῦν Ἴλιον. τοῦτο μὲν δὴ μεταξὺ τῆσ τελευτῆσ τῶν λεχθέντων ἀγκώνων εἶναι, τὸ δὲ παλαιὸν κτίσμα μεταξὺ τῆσ ἀρχῆσ· ἀπολαμβάνεσθαι δ’ ἐντὸσ τό τε Σιμοείσιον πεδίον δι’ οὗ ὁ Σιμόεισ φέρεται, καὶ τὸ Σκαμάνδριον δι’ οὗ Σκάμανδροσ ῥεῖ. τοῦτο δὲ καὶ ἰδίωσ Τρωικὸν λέγεται, καὶ τοὺσ πλείστουσ ἀγῶνασ ὁ ποιητὴσ ἐνταῦθα ἀποδίδωσι· πλατύτερον γάρ ἐστι, καὶ τοὺσ ὀνομαζομένουσ τόπουσ ἐνταῦθα δεικνυμένουσ ὁρῶμεν, τὸν ἐρινεόν, τὸν τοῦ Αἰσυήτου τάφον, τὴν Βατίειαν, τὸ τοῦ Ἴλου σῆμα. οἱ δὲ ποταμοὶ ὅ τε Σκάμανδροσ καὶ ὁ Σιμόεισ, ὁ μὲν τῷ Σιγείῳ πλησιάσασ ὁ δὲ τῷ Ῥοιτείῳ, μικρὸν ἔμπροσθεν τοῦ νῦν Ἰλίου συμβάλλουσιν, εἶτ’ ἐπὶ τὸ Σίγειον ἐκδιδόασι καὶ ποιοῦσι τὴν στομαλίμνην καλουμένην. διείργει δ’ ἑκάτερον τῶν λεχθέντων πεδίων ἀπὸ θατέρου μέγασ τισ αὐχὴν τῶν εἰρημένων ἀγκώνων ἐπ’ εὐθείασ, ἀπὸ τοῦ νῦν Ἰλίου τὴν ἀρχὴν ἔχων συμφυὴσ αὐτῷ, τεινόμενοσ δ’ ἑώσ τῆσ Κεβρηνίασ καὶ ἀποτελῶν τὸ Ε γράμμα πρὸσ τοὺσ ἑκατέρωθεν ἀγκῶνασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기