호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα Ῥοίτειον πόλισ ἐπὶ λόφῳ κειμένη καὶ τῷ Ῥοιτείῳ συνεχὴσ ᾐὼν ἁλιτενήσ, ἐφ’ ᾗ μνῆμα καὶ ἱερὸν Αἰάντοσ καὶ ἀνδριάσ, ὃν ἄραντοσ Ἀντωνίου κομισθέντα εἰσ Αἴγυπτον ἀπέδωκε τοῖσ Ῥοιτειεῦσι πάλιν, καθάπερ καὶ ἄλλοισ ἄλλουσ, ὁ Σεβαστὸσ Καῖσαρ. τὰ γὰρ κάλλιστα ἀναθήματα ἐκ τῶν ἐπιφανεστάτων ἱερῶν ὁ μὲν ἦρε τῇ Αἰγυπτίᾳ χαριζόμενοσ, ὁ δὲ θεοῖσ ἀπέδωκε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기