- 텍스트

Strabo, Geography, Book 9, chapter 5 30:

(스트라본, 지리학, Book 9, chapter 5 30:)

πέπονθε δέ τι τοιοῦτο καὶ ἡ Μαγνῆτις:? κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων οὐδένας τούτων ὠνόμακε Μάγνητας Ὅμηρος, ἀλλ ἐκείνους μόνους οὓς τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ "οἳ περὶ "Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον. " ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν ἀρξάμενοι ἀπὸ τῶν ὑπ Εὐμήλῳ, κατά γε τοὺς ὕστερον ἀνθρώπους. ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθ ὅτε ἀπορίαν παρέχειν, καθάπερ τοῦτο τὸ πρῶτον μὲν ἐπὶ Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται. τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῇ ὁ ποιητής "τὼ μὲν ἄρ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας," τίνας ποτὲ βούλεται λέγειν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION