호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ Πίνδοσ ὄροσ ἐστὶ μέγα, πρὸσ ἄρκτον μὲν τὴν Μακεδόνων, πρὸσ ἑσπέραν δὲ Περραιβοὺσ μετανάστασ ἀνθρώπουσ ἔχον, πρὸσ δὲ μεσημβρίαν Δόλοπασ, πρὸσ ἑώ δὲ . . . αὕτη δ’ ἐστὶ τῆσ Θετταλίασ· ἐπ’ αὐτῇ δὲ τῇ Πίνδῳ ᾤκουν Τάλαρεσ Μολοττικὸν φῦλον, τῶν περὶ τὸν Τόμαρον ἀπόσπασμα, καὶ Αἴθικεσ, εἰσ οὓσ ἐξελαθῆναί φησιν ὑπὸ Πειρίθου τοὺσ Κενταύρουσ ὁ ποιητήσ· ἐκλελοιπέναι δὲ νῦν ἱστοροῦνται. τὴν δ’ ἔκλειψιν διττῶσ ἀκουστέον· ἢ γὰρ ἀφανισθέντων τῶν ἀνθρώπων καὶ τῆσ χώρασ τελέωσ ἠρημωμένησ, ἢ τοῦ ὀνόματοσ τοῦ ἐθνικοῦ μηκέτι ὄντοσ, μηδὲ τοῦ συστήματοσ διαμένοντοσ τοιούτου. ὅταν οὖν ἄσημον τελέωσ ᾖ τὸ λειπόμενον νυνὶ σύστημα, οὐκ ἄξιον μνήμησ τίθεμεν οὔτ’ αὐτὸ οὔτε τοὔνομα τὸ μεταληφθέν, ὅταν δ’ ἔχῃ τοῦ μεμνῆσθαι δικαίαν πρόφασιν, λέγειν ἀναγκαῖον τὴν μεταβολήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기