호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺσ δὲ Δόλοπασ φράζει καὶ ὁ ποιητὴσ ἱκανῶσ ὅτι ἐπὶ ταῖσ ἐσχατιαῖσ εἰσι τῆσ Φθίασ, καὶ ὅτι ὑπὸ τῷ αὐτῷ ἡγεμόνι ἦσαν τῷ Πηλεῖ οὗτοί τε καὶ οἱ Φθιῶται· ἔναιον γάρ, φησίν, ἐσχατιὴν Φθίησ Δολόπεσσιν ἀνάσσων, δόντοσ τοῦ Πηλέωσ. γειτνιᾷ δὲ τῇ Πίνδῳ καὶ τοῖσ περὶ αὐτὴν χωρίοισ Θετταλικοῖσ οὖσι τοῖσ πλείστοισ. διὰ γὰρ τὴν ἐπιφάνειάν τε καὶ τὴν ἐπικράτειαν τῶν Θετταλῶν καὶ τῶν Μακεδόνων οἱ πλησιάζοντεσ αὐτοῖσ μάλιστα τῶν Ἠπειρωτῶν, οἱ μὲν ἑκόντεσ οἱ δ’ ἄκοντεσ, μέρη καθίσταντο Θετταλῶν ἢ Μακεδόνων, καθάπερ Ἀθαμᾶνεσ καὶ Αἴθικεσ καὶ Τάλαρεσ Θετταλῶν, Ὀρέσται δὲ καὶ Πελαγόνεσ καὶ Ἐλιμιῶται Μακεδόνων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기