- 텍스트

Strabo, Geography, Book 9, chapter 3 3:

(스트라본, 지리학, Book 9, chapter 3 3:)

ταύτης δ ἐπιφανέσταται δύο πόλεις Δελφοί τε καὶ Ἐλάτεια:? Δελφοὶ μὲν διὰ τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος καὶ τὸ μαντεῖον ἀρχαῖον ὄν, εἴ γε Ἀγαμέμνων ἀπ αὐτοῦ χρηστηριάσασθαι λέγεται ὑπὸ τοῦ ποιητοῦ: ὁ γὰρ κιθαρῳδὸς ᾄδων εἰσάγεται νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος, ὥς ποτε δηρίσαντο. - ἄναξ δ ἀνδρῶν Ἀγαμέμνων χαῖρε νόῳ ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ: Δελφοὶ μὲν δὴ διὰ ταῦτα, Ἐλάτεια δὲ ὅτι πασῶν μεγίστη τῶν ἐνταῦθα πόλεων καὶ ἐπικαιριωτάτη διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς καὶ τὸν ἔχοντα ταύτην ἔχειν τὰς εἰσβολὰς τὰς εἰς τὴν Φωκίδα καὶ τὴν Βοιωτίαν. ὄρη γάρ ἐστιν Οἰταῖα πρῶτον, ἔπειτα τὰ τῶν Λοκρῶν καὶ τῶν Φωκέων, οὐ πανταχοῦ στρατοπέδοις βάσιμα τοῖς ἐκ Θετταλίας ἐμβάλλουσιν, ἀλλ ἔχει παρόδους στενὰς μὲν ἀφωρισμένας δέ, ἃς αἱ παρακείμεναι πόλεις φρουροῦσιν: ἁλουσῶν δ ἐκείνων κρατεῖσθαι συμβαίνει καὶ τὰς παρόδους. ἐπεὶ δ ἡ τοῦ ἱεροῦ ἐπιφάνεια τοῦ ἐν Δελφοῖς ἔχει πρεσβεῖον, καὶ ἅμα ἡ θέσις τῶν χωρίων ἀρχὴν ὑπαγορεύει φυσικήν ταῦτα γάρ ἐστι τὰ ἑσπεριώτατα μέρη τῆς Φωκίδος, ἐντεῦθεν ἀρκτέον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION