호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀγχηστὸσ δ’ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸσ τῇ Κωπαί̈δι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενοσ ψιλόσ, ἔχων Ποσειδῶνοσ ἱερὸν καὶ αὐτὸ ψιλόν. οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντεσ τὰ ἱερὰ πάντα κἂν ᾖ ψιλά· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνοσ λεγόμενον δινηθεὶσ ἐπῄει γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν μεγάλαισ ὀρέων ὕπερ ἔστα, καὶ μύλουσ δινάσατο βαλλόμενοσ κρηπῖδασ ἀλσέων. οὐκ εὖ δ’ ὁ Ἀλκαῖοσ, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸσ ταῖσ ἐσχατιαῖσ τοῦ Ἑλικῶνοσ αὐτὸν τιθείσ· ὁ δ’ ἐστὶν ἄπωθεν ἱκανῶσ τούτου τοῦ ὄρουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기