- 텍스트

Strabo, Geography, Book 9, chapter 2 41:

(스트라본, 지리학, Book 9, chapter 2 41:)

Μετὰ δὲ Θεσπιὰς καταλέγει Γραῖαν καὶ Μυκαλησσόν, περὶ ὧν εἰρήκαμεν:? ὡς δ αὕτως καὶ περὶ τῶν ἄλλων "οἵ τ ἀμφ Ἅρμ ἐνέμοντο καὶ Εἰλέσιον "καὶ Ἐρύθρας, οἵ τ Ἐλεῶν εἶχον ἠδ Ὕλην καὶ Πετεῶνα. " Πετεὼν δὲ κώμη τῆς Θηβαΐδος ἐγγὺς τῆς ἐπ Ἀνθηδόνα ὁδοῦ, ἡ δ Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἑκατέρου τριάκοντα σταδίους ἀπέχουσα: παραρρεῖ δ αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δ ὁ μὲν Φωκικὸς ἐν τῷ Κρισαίῳ κόλπῳ, διέχων Βοιωτίας σταδίους ἑκατὸν ἑξήκοντα, ὁ δὲ Βοιωτιακὸς ἀπ ἐκείνου κέκληται, πλησίον δ ἐστὶν Ὀγχηστοῦ ὑπὸ τῷ Φοινικίῳ ὄρει, ἀφ οὗ καὶ μετωνόμασται Φοινικίς: τῆς δὲ Θηβαίας καὶ τοῦτο λέγεται, ὑπ ἐνίων δὲ τῆς Ἁλιαρτίας καὶ Μεδεὼν καὶ Ὠκαλέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION