호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αὗται δ αἱ λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπων ὑπογράφουσιν ὥστε λόγῳ περιληφθῆναι σαφῶς, ὅτι ὁ ποιητὴς ἀτάκτως χρῆται τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξιολόγων καὶ τῶν μή:? καὶ χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίᾳ μηδαμοῦ τῇ τάξει διαπεσεῖν: ἡ παραλία δ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο: καὶ γνωριμώτεροι οἱ τόποι, καὶ ἡ θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον: διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμεθα περιοδεύειν: ἐνταῦθα δ ἐάσαντες τοῦτο τῷ ποιητῇ ἀκολουθοῦντες ποιήσομεν τὴν διαρίθμησιν, προστιθέντες ὅ τι ἂν χρήσιμον ᾖ πρὸς τὴν ὑπόθεσιν ἡμῖν, ὑπ ἐκείνου δὲ παραλειφθέν. ἄρχεται δ ἀπὸ τῆς Ὑρίης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기