- 텍스트

Strabo, Geography, Book 9, chapter 2 34:

(스트라본, 지리학, Book 9, chapter 2 34:)

Τῶν δὲ περικειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κηφισσίς, ἧς μέμνηται καὶ Ὅμηρος "ὅς ῥ "ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι.? " οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἰόνταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν "ὅς ῥ ἐν "Ὕδῃ ναίεσκεν. " ἡ μὲν γάρ ἐστιν ἐν Λυδίᾳ "Τμώλῳ "ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ," ἡ δὲ Βοιωτιακή: ἐπιφέρει γοῦν τῷ "λίμνῃ κεκλιμένος Κηφισσίδι" τὸ "πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί. " ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, ἡ δὲ μικρά, ἐκεῖθεν δι ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳ "ἠδ "Ὕλην καὶ Πετεῶνα," ποιητικῶς, τοτὲ δὲ συστέλλων "ὅς ῥ ἐν Ὕλῃ ναίεσκε" "σκυτοτόμων ὄχ ἄριστος Ὕλῃ "ἔνι οἰκία ναίων. " οὐδ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι: οὐ γὰρ ὁ Αἰάς ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION