- 텍스트

Strabo, Geography, Book 9, chapter 1 33:

(스트라본, 지리학, Book 9, chapter 1 33:)

τῶν δ ὀρῶν τὰ μὲν ἐν ὀνόματι μάλιστά ἐστιν ὅ τε Ὑμηττὸς καὶ Βριλησσὸς καὶ Λυκαβηττός, ἔτι δὲ Πάρνης καὶ Κορυδαλλός.? μαρμάρου δ ἐστὶ τῆς τε Ὑμηττίας καὶ τῆς Πεντελικῆς κάλλιστα μέταλλα πλησίον τῆς πόλεως: ὁ δ Ὑμηττὸς καὶ μέλι ἄριστον ποιεῖ. τὰ δ ἀργυρεῖα τὰ ἐν τῇ Ἀττικῇ κατ ἀρχὰς μὲν ἦν ἀξιόλογα, νυνὶ δ ἐκλείπει: καὶ δὴ καὶ οἱ ἐργαζόμενοι, τῆς μεταλλείας ἀσθενῶς ὑπακουούσης, τὴν παλαιὰν ἐκβολάδα καὶ σκωρίαν ἀναχωνεύοντες εὑρ´ισκον ἔτι ἐξ αὐτῆς ἀποκαθαιρόμενον ἀργύριον, τῶν ἀρχαίων ἀπείρως καμινευόντων. τοῦ δὲ μέλιτος ἀρίστου τῶν πάντων ὄντος τοῦ Ἀττικοῦ πολὺ βέλτιστόν φασι τὸ ἐν τοῖς ἀργυρείοις, ὃ καὶ ἀκάπνιστον καλοῦσιν ἀπὸ τοῦ τρόπου τῆς σκευασίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION