- 텍스트

Strabo, Geography, Book 9, chapter 1 30:

(스트라본, 지리학, Book 9, chapter 1 30:)

μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ:? ἔρημοι δ αἱ πλεῖσται τούτων. εἶθ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι: εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς: οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου. μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια: ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δ Ἐλαιοῦσσα: καὶ κατὰ τοὺς Αἰξωνέας δ ἔστιν Ὑδροῦσσα: περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖν "Κωλιάδες δὲ γυναῖκες "ἐρετμοῖσι φρύξουσι. " πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ ὁ Πατρόκλου χάραξ:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION