- 텍스트

Strabo, Geography, Book 8, chapter 7 5:

(스트라본, 지리학, Book 8, chapter 7 5:)

ἡ δὲ τάξις τῶν τόπων, οὓς κατῴκουν εἰς δώδεκα μέρη διῃρημένοι, τοιαύτη τίς ἐστι:? μετὰ Σικυῶνα Πελλήνη κεῖται: εἶτα Αἴγειρα δευτέρα: τρίτη Αἰγαί, Ποσειδῶνος ἱερὸν ἔχουσα: τετάρτη Βοῦρα: μετ αὐτὴν Ἑλίκη, εἰς ἣν καταπεφεύγεισαν Ιὤνες, μάχῃ κρατηθέντες ὑπ Ἀχαιῶν, καὶ τὸ τελευταῖον ἐξέπεσον ἐνθένδε: μετὰ δὲ Ἑλίκην Αἴγιον καὶ Ῥύπες καὶ Πατρεῖς καὶ Φαρεῖς: εἶτ Ὤλενος, παρ ὃν Πεῖρος ποταμὸς μέγας: εἶτα Δύμη καὶ Τριταιεῖς. οἱ μὲν οὖν Ιὤνες κωμηδὸν ᾤκουν, οἱ δ Ἀχαιοὶ πόλεις ἔκτισαν, ὧν εἴς τινας ὕστερον συνῴκισαν καὶ ἐκ τῶν ἄλλων μερίδων ἐνίας, καθάπερ τὰς Αἰγὰς εἰς Αἴγειραν Αἰγαῖοι δ ἐλέγοντο οἱ ἐνοικοῦντες, Ὤλενον δὲ εἰς Δύμην. δείκνυται δ ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος: αὐτοῦ δὲ καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἐπίσημον, ὃ Δύμης μὲν ἀπέχει τετταράκοντα σταδίους, Πατρῶν δὲ ὀγδοήκοντα. ὁμώνυμοι δ εἰσὶ ταῖς μὲν Αἰγαῖς ταύταις αἱ ἐν Εὐβοίᾳ, τῷ δὲ Ὠλένῳ τὸ ἐν Αἰτωλίᾳ κτίσμα καὶ αὐτὸ ἴχνη σῶζον μόνον. ὁ δὲ ποιητὴς τοῦ μὲν ἐν Ἀχαΐᾳ Ὠλένου οὐ μέμνηται, ὥσπερ οὐδ ἄλλων πλειόνων τῶν περὶ τὸν Αἰγιαλὸν οἰκούντων, ἀλλὰ κοινότερον λέγει Αἰγιαλόν τ ἀνὰ πάντα καὶ ἀμφ Ἑλίκην εὐρεῖαν. τοῦ δ Αἰτωλικοῦ μέμνηται ὅταν φῇ οἳ Πλευρῶν ἐνέμοντο καὶ Ὤλενον. τὰς δ Αἰγὰς ἀμφοτέρας λέγει, τὴν μὲν Ἀχαϊκήν οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ ἀνάγουσι. ὅταν δὲ φῇ Αἰγάς, ἔνθα τέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης: ἔνθ ἵππους ἔστησε Ποσειδάων, βέλτιον δέχεσθαι τὰς ἐν Εὐβοίᾳ, ἀφ ὧν εἰκὸς καὶ τὸ πέλαγος Αἰγαῖον λεχθῆναι: ἐκεῖ δὲ καὶ τῷ Ποσειδῶνι ἡ πραγματεία πεποίηται ἡ περὶ τὸν Τρωικὸν πόλεμον. πρὸς δὲ ταῖς Ἀχαϊκαῖς Αἰγαῖς ὁ Κρᾶθις ῥεῖ ποταμὸς ἐκ δυεῖν ποταμῶν αὐξόμενος, ἀπὸ τοῦ κίρνασθαι τὴν ὀνομασίαν ἔχων: ἀφ οὗ καὶ ὁ ἐν Ἰταλίᾳ Κρᾶθις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION