호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δ’ ἐν Λίμναισ τῆσ Ἀρτέμιδοσ ἱερόν, ἐφ’ ᾧ Μεσσήνιοι περὶ τὰσ παρθένουσ ὑβρίσαι δοκοῦσι τὰσ ἀφιγμένασ ἐπὶ τὴν θυσίαν, ἐν μεθορίοισ ἐστὶ τῆσ τε Λακωνικῆσ καὶ τῆσ Μεσσηνίασ, ὅπου κοινὴν συνετέλουν πανήγυριν καὶ θυσίαν ἀμφότεροι· μετὰ δὲ τὴν ὕβριν οὐ διδόντων δίκασ τῶν Μεσσηνίων συστῆναί φασι τὸν πόλεμον. ἀπὸ δὲ τῶν Λιμνῶν τούτων καὶ τὸ ἐν τῇ Σπάρτῃ Λιμναῖον εἴρηται τῆσ Ἀρτέμιδοσ ἱερόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기