- 텍스트

Strabo, Geography, Book 8, chapter 3 12:

(스트라본, 지리학, Book 8, chapter 3 12:)

Ἀπολλόδωρος δὲ διδάσκων ὃν τρόπον ὁ ποιητὴς εἰώθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἱο῀ν ἐπὶ τοῦ Ὀρχομενοῦ τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν τὸν δὲ Βοιωτιακὸν Μινύειον, καὶ Σάμον Θρηικίην συντιθείς μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου, ἵνα χωρίσῃ ἀπὸ τῆς Ιὠνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἐφύραν διαστέλλεσθαι τῷ τε τηλόθεν καὶ τῷ ποταμοῦ ἄπο Σελλήεντος.? ταῦτα δ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρ οὗ μεταφέρει τὰ πλεῖστα. ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν, ὡς προείπομεν. τοῦτό τε οὖν εἴρηκε σκέψεως δεόμενον καὶ περὶ τῆς Οἰχαλίας ὅτι φησὶν οὐ μιᾶς οὔσης, μίαν εἶναι πόλιν Εὐρύτου Οἰχαλιῆος: δῆλον οὖν ὅτι τὴν Θετταλικήν, ἐφ ἧς φησιν οἵ τ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου Οἰχαλιῆος τίς οὖν ἔστιν ἐξ ἧς ὁρμηθέντα αἱ Μοῦσαι κατὰ Δώριον ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς· εἰ μὲν γὰρ ἡ Θετταλική, οὐκ εὖ πάλιν ὁ Σκήψιος Ἀρκαδικήν τινα λέγων, ἣν νῦν Ἀνδανίαν καλοῦσιν: εἰ δ οὗτος εὖ, καὶ ἡ Ἀρκαδικὴ πόλις Εὐρύτου εἴρηται, ὥστ οὐ μία μόνον: ἐκεῖνος δὲ μίαν φησί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION