호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν μὲν δὴ πᾶσαν Ἠλείαν ὀνομάζουσι τὴν μεταξὺ Ἀχαιῶν τε καὶ Μεσσηνίων παραλίαν, ἀνέχουσαν εἰς τὴν μεσόγαιαν τὴν πρὸς Ἀρκαδίᾳ τῇ κατὰ Φολόην καὶ Ἀζᾶνας καὶ Παρρασίους.? τοῦτο δὲ τὸ παλαιὸν εἰς πλείους δυναστείας διῄρητο, εἶτ εἰς δύο, τήν τε τῶν Ἐπειῶν καὶ τὴν ὑπὸ Νέστορι τῷ Νηλέως: καθάπερ καὶ Ὅμηρος εἴρηκε, τὴν μὲν τῶν Ἐπειῶν ὀνομάζων Ἦλιν ἠδὲ παρ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, τὴν δ ὑπὸ τῷ Νέστορι Πύλον, δι ἧς τὸν Ἀλφειὸν ῥεῖν φησιν, Ἀλφειοῦ, ὅς τ εὐρὺ ῥέει Πυλίων διὰ γαίης. Πύλον μὲν οὖν καὶ πόλιν οἶδεν ὁ ποιητής οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον. οὐ διὰ τῆς πόλεως δὲ οὐδὲ παρ αὐτὴν ῥεῖ ὁ Ἀλφειός, ἀλλὰ παρ αὐτὴν μὲν ἕτερος, ὃν οἱ μὲν Παμισὸν οἱ δὲ Ἄμαθον καλοῦσιν, ἀφ οὗ καὶ ὁ Πύλος Ἠμαθόεις εἰρῆσθαι οὗτος δοκεῖ, διὰ δὲ τῆς χώρας τῆς Πυλίας ὁ Ἀλφειός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기