- 텍스트

Sophocles, Philoctetes, choral, antistrophe 2

(소포클레스, 필록테테스, choral, antistrophe 2)

ὦ πταναὶ θῆραι χαροπῶν τ ἔθνη θηρῶν, οὓς ὅδ ἔχει χῶρος οὐρεσιβώτας, μηκέτ ἀπ αὐλίων φυγᾷ πηδᾶτ:? οὐ γὰρ ἔχω χεροῖν τὰν πρόσθεν βελέων ἀλκάν, ὦ δύστανος ἐγὼ τανῦν, ἀλλ ἀνέδην, ὁ δὲ χῶρος ἄρ οὐκέτι φοβητὸς οὐκέθ ὑμῖν, ἑρ´πετε: νῦν καλὸν ἀντίφονον κορέσαι στόμα πρὸς χάριν ἐμᾶς σαρκὸς αἰόλας: ἀπὸ γὰρ βίον αὐτίκα λείψω. πόθεν γὰρ ἔσται βιοτά· τίς ὧδ ἐν αὔραις τρέφεται, μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἰᾶ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION