호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι μοι, καί που πολιᾶς πόντου θινὸς ἐφήμενος ἐγγελᾷ, χερὶ πάλλων τὰν ἐμὰν μελέου τροφάν, τὰν οὐδείς ποτ ἐβάστασεν.? ὦ τόξον φίλον, ὦ φίλων χειρῶν ἐκβεβιασμένον, ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας ἔχεις, τὸν Ἡράκλειον ἄρθμιον ὧδέ σοι οὐκέτι χρησόμενον τὸ μεθύστερον, ἄλλου δ ἐν μεταλλαγᾷ πολυμηχάνου ἀνδρὸς ἐρέσσει, ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτ ἐχθοδοπόν, μυρί, ἀπ αἰσχρῶν ἀνατέλλονθ, ὃς ἐφ ἡμῖν κάκ ἐμήσατ, ὦ Ζεῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기