- 텍스트

Sophocles, choral, strophe 2

(소포클레스, choral, strophe 2)

οὔτοι σοὶ μούνᾳ, τέκνον, ἄχος ἐφάνη βροτῶν, πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, οἱά Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, κρυπτᾷ τ ἀχέων ἐν ἥβᾳ, ὄλβιος, ὃν ἁ κλεινὰ γᾶ ποτε Μυκηναίων δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.? ὅν γ ἐγὼ ἀκάματα προσμένους, ἄτεκνος, τάλαιν, ἀνύμφευτος αἰὲν οἰχνῶ, δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον οἶτον ἔχουσα κακῶν: ὁ δὲ λάθεται ὧν τ ἔπαθ ὧν τ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ ἔρχεται ἀγγελίας ἀπατώμενον· ἀεὶ μὲν γὰρ ποθεῖ, ποθῶν δ οὐκ ἀξιοῖ φανῆναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION