호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δῆτα μέλλεις·? ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδὲν μηδ ἀρεσθείη ποτέ: οὕτω δὲ καὶ σοὶ τἄμ ἀφανδάνοντ ἔφυ. καίτοι πόθεν κλέος γ ἂν εὐκλεέστερον κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα· τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. ἀλλ ἡ τυραννὶς πολλά τ ἄλλ εὐδαιμονεῖ κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ ἃ βούλεται. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. ὁρῶσι χοὖτοι, σοὶ δ ὑπίλλουσιν στόμα. σὺ δ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς· οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. οὔκουν ὅμαιμος χὠ καταντίον θανών· ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. πῶς δῆτ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν· οὐ μαρτυρήσει ταῦθ ὁ κατθανὼν νέκυς. εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. οὐ γάρ τι δοῦλος, ἀλλ ἀδελφὸς ὤλετο. πορθῶν δὲ τήνδε γῆν: ὁ δ ἀντιστὰς ὕπερ. ὁμῶς ὅ γ Αἵδης τοὺς νόμους τούτους ποθεῖ. ἀλλ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε· οὔτοι ποθ οὑχθρός, οὐδ ὅταν θάνῃ, φίλος. οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. κάτω νυν ἐλθοῦς, εἰ φιλητέον, φίλει κείνους: ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기