- 텍스트

Sophocles, Antigone, episode 3:

(소포클레스, Antigone, episode 3:)

δηλοῖ τὸ γέννημ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός.? εἴκειν δ οὐκ ἐπίσταται κακοῖς. ἀλλ ἴσθι τοι τὰ σκλήρ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ ἂν εἰσίδοις: σμικρῷ χαλινῷ δ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας: οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δ ὑβρίζειν μὲν τότ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους: ὕβρις δ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ ἀνήρ, εἰ ταῦτ ἀνατὶ τῇδε κείσεται κράτη. ἀλλ εἴτ ἀδελφῆς εἴθ ὁμαιμονεστέρα τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου: καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτ: ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐδ ἐπήβολον φρενῶν. φιλεῖ δ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων: μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ ἑλών· ἐγὼ μὲν οὐδέν: τοῦτ ἔχων ἅπαντ ἔχω.?

상위

Antigone

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION