- 텍스트

Sophocles, Antigone, episode 1:

(소포클레스, Antigone, episode 1:)

τοιοῦτον ἦν τὸ πρᾶγμ.? ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν ἐκεῖν ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ αὐτοῦ μὴ βάλοι πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ ἀκηδήσοι πόνου. χρόνον τάδ ἦν τοσοῦτον, ἔστ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμ ἔθαλπε: καὶ τότ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος, ἐν δ ἐμεστώθη μέγας αἰθήρ: μύσαντες δ εἴχομεν θείαν νόσον. καὶ τοῦδ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις: ἄπαρνος δ οὐδενὸς καθίστατο, ἅμ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν: ἀλλὰ πάντα ταῦθ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.?

상위

Antigone

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION