- 텍스트

Sophocles, Ajax, choral, antistrophe 1

(소포클레스, Ajax, choral, antistrophe 1)

ἔμελλες, τάλας, ἔμελλες χρόνῳ στερεόφρων ἄρ ἐξανύσσειν κακὰν μοῖραν ἀπειρεσίων πόνων.? τοῖά μοι πάννυχα καὶ φαέθοντ ἀνεστέναζες ὠμόφρων ἐχθοδόπ Ἀτρείδαις οὐλίῳ σὺν πάθει. μέγας ἄρ ἦν ἐκεῖνος ἄρχων χρόνος πημάτων, ἦμος ἀριστόχειρ . . . . . . . . . . . . ὅπλων ἔκειτ ἀγὼν πέρι. ἰώ μοί μοι. χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη. ἰώ μοί μοι. οὐδέν ς ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, τοιοῦδ ἀποβλαφθεῖσαν ἀρτίως φίλου. σοὶ μὲν δοκεῖν ταῦτ ἔστ, ἐμοὶ δ ἄγαν φρονεῖν. ξυναυδῶ. οἴμοι, τέκνον, πρὸς οἱᾶ δουλείας ζυγὰ χωροῦμεν, οἱοῖ νῷν ἐφεστᾶσιν σκοποί. ὤμοι, ἀναλγήτων δισσῶν ἐθρόησας ἄναυδ ἔργ Ἀτρειδᾶν τῷδ ἄχει. ἀλλ ἀπείργοι θεός. οὐκ ἂν τάδ ἔστη τῇδε μὴ θεῶν μέτα. ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν. τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς Παλλὰς φυτεύει πῆμ Ὀδυσσέως χάριν. ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ, γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα, φεῦ φεῦ, ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION