호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ ἂν δῆτά μοι, τίσ ἂν φιλοπόνων ἁλιαδᾶν ἔχων ἀύ̈πνουσ ἄγρασ, ἢ τίσ Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον εἴ ποθι πλαζόμενον λεύσσων ἀπύοι; σχέτλια γὰρ ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων οὐρίῳ μὴ πελάσαι δρόμῳ, ἀλλ’ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου. ἰώ μοί μοι. τίνοσ βοὴ πάραυλοσ ἐξέβη νάπουσ; ἰὼ τλήμων. τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην. ᾤχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλοι. τί δ’ ἔστιν; Αἰάσ ὅδ’ ἡμῖν ἀρτίωσ νεοσφαγὴσ κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχήσ. ὤμοι ἐμῶν νόστων· ὤμοι, κατέπεφνεσ, ἄναξ, τόνδε συνναύταν, τάλασ ὦ ταλαίφρων γύναι· ὡσ ὧδε τοῦδ’ ἔχοντοσ αἰάζειν πάρα. τίνοσ ποτ’ ἆρ’ ἔπραξε χειρὶ δύσμοροσ; αὐτὸσ πρὸσ αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ πηκτὸν τόδ’ ἔγχοσ περιπετὲσ κατηγορεῖ. ὤμοι ἐμᾶσ ἄτασ, οἰο͂σ ἄρ’ αἱμάχθησ, ἄφαρκτοσ φίλων· ἐγὼ δ’ ὁ πάντα κωφόσ, ὁ πάντ’ ἀί̈δρισ, κατημέλησα. πᾷ πᾷ κεῖται ὁ δυστράπελοσ, δυσώνυμοσ Αἰάσ; οὔτοι θεατόσ· ἀλλά νιν περιπτυχεῖ φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ οὐδεὶσ ἄν, ὅστισ καὶ φίλοσ, τλαίη βλέπειν φυσῶντ’ ἄνω πρὸσ ῥῖνασ ἔκ τε φοινίασ πληγῆσ μελανθὲν αἷμ’ ἀπ’ οἰκείασ σφαγῆσ. οἴμοι, τί δράσω; τίσ σε βαστάσει φίλων; ποῦ Τεῦκροσ; ὡσ ἀκμαῖ’ ἄν, εἰ βαίη, μόλοι, πεπτῶτ’ ἀδελφὸν τόνδε συγκαθαρμόσαι. ὦ δύσμορ’ Αἰάσ, οἱο͂σ ὢν οἱώσ ἔχεισ, ὡσ καὶ παρ’ ἐχθροῖσ ἄξιοσ θρήνων τυχεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기