호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰαῖ:? τίς ἄν ποτ ᾤεθ ὧδ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς· νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ καὶ τρίς: τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω: ὅτου πατὴρ μὲν τῆσδ ἀπ Ἰδαίας χθονὸς τὰ πρῶτα καλλιστεῖ ἀριστεύσας στρατοῦ πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων: ἐγὼ δ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει οὐδ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, ἄτιμος Ἀργείοισιν ὧδ ἀπόλλυμαι. καίτοι τοσοῦτόν γ ἐξεπίστασθαι δοκῶ: εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, οὐκ ἄν τις αὔτ ἔμαρψεν ἄλλος ἀντ ἐμοῦ. νῦν δ αὔτ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας ἔπραξαν, ἀνδρὸς τοῦδ ἀπώσαντες κράτη. κεἰ μὴ τόδ ὄμμα καὶ φρένες διάστροφοι γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε δίκην κατ ἄλλου φωτὸς ὧδ ἐψήφισαν. νῦν δ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ ἤδη μ ἐπ αὐτοῖς χεῖρ ἐπεντύνοντ ἐμὴν ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον, ὥστ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς: κεῖνοι δ ἐπεγγελῶσιν ἐκπεφευγότες, ἐμοῦ μὲν οὐχ ἑκόντος: εἰ δέ τις θεῶν βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα. καὶ νῦν τί χρὴ δρᾶν· ὅστις ἐμφανῶς θεοῖς ἐχθαίρομαι, μισεῖ δέ μ Ἑλλήνων στρατός, ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε. πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας μόνους τ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ· καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς Τελαμῶνι· πῶς με τλήσεταί ποτ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν· οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτ ἰὼν πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω· ἀλλ ὧδέ γ Ἀτρείδας ἂν εὐφράναιμί που. οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα τοιάδ ἀφ ἧς γέροντι δηλώσω πατρὶ μή τοι φύσιν γ ἄσπλαγχνος ἐκ κείνου γεγώς. αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου, κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται. τί γὰρ παρ ἦμαρ ἡμέρα τέρπειν ἔχει προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται: ἀλλ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή. πάντ ἀκήκοας λόγον. οὐδεὶς ἐρεῖ ποθ ὡς ὑπόβλητον λόγον, Αἰάς, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός: παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς. ὦ δέσποτ Αἰάς, τῆς ἀναγκαίας τύχης οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν. ἐγὼ δ ἐλευθέρου μὲν ἐξέφυν πατρός, εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν: νῦν δ εἰμὶ δούλη: θεοῖς γὰρ ὧδ ἔδοξέ που καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά, καί ς ἀντιάζω πρός τ ἐφεστίου Διὸς εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί, μή μ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν τῶν σῶν ὑπ ἐχθρῶν, χειρίαν ἐφείς τινι. ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ ἡμέρᾳ βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν. καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ λόγοις ἰάπτων: ἴδετε τὴν ὁμευνέτιν Αἰάντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ, οἱάς λατρείας ἀνθ ὅσου ζήλου τρέφει. τοιαῦτ ἐρεῖ τις: κἀμὲ μὲν δαίμων ἐλᾷ, σοὶ δ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει. ἀλλ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν: οἴκτιρε δ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος ὑπ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν κείνῳ τε κἀμοὶ τοῦθ, ὅταν θάνῃς, νεμεῖς. ἐμοὶ γὰρ οὐκέτ ἔστιν εἰς ὅ τι βλέπω πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ ᾔστωσας δόρει, καὶ μητέρ ἄλλη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Αἵδου θανασίμους οἰκήτορας. τίς δῆτ ἐμοὶ γένοιτ ἂν ἀντὶ σοῦ πατρίς· τίς πλοῦτος· ἐν σοὶ πᾶς ἔγωγε σῴζομαι. ἀλλ ἴσχε κἀμοῦ μνῆστιν: ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι. χάρις χάριν γάρ ἐστιν ἡ τίκτους ἀεί: ὅτου δ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτ ἔθ οὗτος εὐγενὴς ἀνήρ. Αἰάς, ἔχειν ς ἂν οἶκτον ὡς κἀγὼ φρενὶ θέλοιμ ἄν:
αἰνοίης γὰρ ἂν τὰ τῆσδ ἔπη. καὶ κάρτ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν. ἀλλ ὦ φίλ Αἰάς, πάντ ἔγωγε πείσομαι. κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω. καὶ μὴν φόβοισί γ αὐτὸν ἐξελυσάμην. ἐν τοῖσδε τοῖς κακοῖσιν· ἢ τί μοι λέγεις· μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι. πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε. ἀλλ οὖν ἐγὼ φύλαξα τοῦτό γ ἀρκέσαι. ἐπῄνες ἔργον καὶ πρόνοιαν ἣν ἔθου. τί δῆτ ἂν ὡς ἐκ τῶνδ ἂν ὠφελοῖμί σε· δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ ἰδεῖν. καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται. τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν· ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων ἄγ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς. ἑρ´ποντι φωνεῖς ἢ λελειμμένῳ λόγων· καὶ δὴ κομίζει προσπόλων ὅδ ἐγγύθεν. αἶρ αὐτόν, αἶρε δεῦρο:
ταρβήσει γὰρ οὒ νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ ἐμὸς τὰ πατρόθεν. ἀλλ αὐτίκ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ ἄλλ ὅμοιος: καὶ γένοι ἂν οὐ κακός. καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ οὐδὲν τῶνδ ἐπαισθάνει κακῶν: ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, τὸ μὴ φρονεῖν γὰρ κάρτ ἀνώδυνον κακόν ἑώς τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. ὅταν δ ἵκῃ πρὸς τοῦτο, δεῖ ς ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς, οἱο῀ς ἐξ οἱού τράφης. τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν. οὔτοι ς Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ ἐμοῦ. τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λείψω τροφῆ τ ἀόκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων. ἀλλ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, ὑμῖν τε κοινὴν τήνδ ἐπισκήπτω χάριν, κείνῳ τ ἐμὴν ἀγγείλατ ἐντολήν, ὅπως τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων Τελαμῶνι δείξει μητρί τ, Ἐριβοίᾳ λέγω, ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ, καὶ τἀμὰ τεύχη μήτ ἀγωνάρχαι τινὲς θήσους Ἀχαιοῖς μήθ ὁ λυμεὼν ἐμός. ἀλλ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος: τὰ δ ἄλλα τεύχη κοίν ἐμοὶ τεθάψεται. ἀλλ ὡς τάχος τὸν παῖδα τόνδ ἤδη δέχου καὶ δῶμα πάκτου, μηδ ἐπισκήνους γόους δάκρυε: κάρτα τοι φιλοίκτιστον γυνή. πύκαζε θᾶσσον: οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι. δέδοικ ἀκούων τήνδε τὴν προθυμίαν:
οὐ γάρ μ ἀρέσκει γλῶσσά σου τεθηγμένη. ὦ δέσποτ Αἰάς, τί ποτε δρασείεις φρενί· μὴ κρῖνε, μὴ ξέταζε: σωφρονεῖν καλόν. οἴμ ὡς ἀθυμῶ: καί σε πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ. ἄγαν γε λυπεῖς: οὐ κάτοισθ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν εἴμ ὀφειλέτης ἔτι· εὔφημα φώνει. τοῖς ἀκούουσιν λέγε. σὺ δ οὐχὶ πείσει· πόλλ ἄγαν ἤδη θροεῖς. ταρβῶ γάρ, ὦναξ. οὐ ξυνέρξεθ ὡς τάχος· πρὸς θεῶν, μαλάσσου. μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기