- 텍스트

Sophocles, Ajax, episode

(소포클레스, Ajax, episode)

ἀλλ εἰ πέπαυται, κάρτ ἂν εὐτυχεῖν δοκῶ:? φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. πότερα δ ἄν, εἰ νέμοι τις αἱρ´εσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών· τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν. ἡμεῖς ἄρ οὐ νοσοῦντες ἀτώμεσθα νῦν. πῶς τοῦτ ἔλεξας· οὐ κάτοιδ ὅπως λέγεις. ἁνὴρ ἐκεῖνος, ἡνίκ ἦν ἐν τῇ νόσῳ, αὐτὸς μὲν ἥδεθ οἷσιν εἴχετ ἐν κακοῖς, ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών: νῦν δ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου, κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ ἡμεῖς θ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος. ἆρ ἔστι ταῦτα δὶς τός ἐξ ἁπλῶν κακά· ξύμφημι δή σοι καὶ δέδοικα μὴ κ θεοῦ πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται· ὡς ὧδ ἐχόντων τῶνδ ἐπίστασθαί σε χρή. τίς γάρ ποτ ἀρχὴ τοῦ κακοῦ προσέπτατο· δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας. ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν. κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ ἕσπεροι λαμπτῆρες οὐκέτ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετ ἔγχος ἐξόδους ἑρ´πειν κενάς. κἀγὼ πιπλήσσω καὶ λέγω: τί χρῆμα δρᾷς, Αἰάς· τί τήνδ ἄκλητος οὔθ ὑπ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων σάλπιγγος· ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δ εἶπε πρός με βαί, ἀεὶ δ ὑμνούμενα: γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦς ἔληξ, ὁ δ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας: ἔσω δ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὐέρόν τ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους ᾐκίζεθ ὥστε φῶτας ἐν ποίμναις πίτνων. τέλος δ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα, τοὺς δ ἀμφ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν, ὅσην κατ αὐτῶν ὕβριν ἐκτίσαιτ ἰών: κἄπειτ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα θώϋξεν: ἐν δ ἐρειπίοις νεκρῶν ἐρειφθεὶς ἕζετ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον: ἔπειτ ἐμοὶ τὰ δείν ἐπηπείλης ἔπη, εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, κἀνήρετ ἐν τῷ πράγματος κυροῖ ποτέ. κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. ὁ δ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτ αὐτοῦ πρόσθεν εἰσήκους ἐγώ: πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδ ἀεί ποτ ἀνδρὸς ἐξηγεῖτ ἔχειν: ἀλλ ἀψόφητος ὀξέων κωκυμάτων ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος. νῦν δ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών: καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν. τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται. ἀλλ, ὦ φίλοι, τούτων γὰρ οὕνεκ ἐστάλην, ἀρήξατ εἰσελθόντες, εἰ δύνασθέ τι: φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις. Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

ἰώ μοί μοι. τάχ, ὡς ἐοίκε, μᾶλλον: ἢ οὐκ ἠκούσατε Αἰάντος οἱάν τήνδε θωΰσσει βοήν· ἰώ μοί μοι. ἁνὴρ ἐοίκεν ἢ νοσεῖν ἢ τοῖς πάλαι νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών. ἰὼ παῖ παῖ. ὤμοι τάλαιν: Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. τί ποτε μενοινᾷ· ποῦ ποτ εἶ· τάλαιν ἐγώ. Τεῦκρον καλῶ. ποῦ Τεῦκρος· ἢ τὸν εἰσαεὶ λεηλατήσει χρόνον, ἐγὼ δ ἀπόλλυμαι· ἁνὴρ φρονεῖν ἐοίκεν. ἀλλ ἀνοίγετε. τάχ ἄν τιν αἰδῶ κἀπ ἐμοὶ βλέψας λάβοι. ἰδού, διοίγω: προσβλέπειν δ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION