- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 3, Περὶ ἰρ´ιδος.?

(위 플루타르코스, Placita Philosophorum, book 3, Περὶ ἰρ´ιδος.)

τῶν μεταρσίων παθῶν τὰ μὲν καθ ὑπόστασιν γίνεται οἱο῀ν ὄμβρος χάλαζα, τὰ δὲ κατ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν: αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ ἔστιν οὖν κατ ἔμφασιν ἡ ἶρις.

Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει. διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς. πῶς οὖν γίνεται ἶρις· ὁρῶμεν δὴ κατὰ γραμμὰς ἢ κατ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατ ἀνακλωμένας, γραμμὰς ἀδήλους λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ, διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων:

λεπτομερῆ γὰρ ταῦτα πάντα. καμπύλας δὲ γραμμὰς καθ ὕδατος βλέπομεν γινομένας: κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ .

: ὕδατος: ὕλην: διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην ὁρῶμεν. τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά: ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν εἶτ ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας:

ὅταν οὖν ὁ ἥλιος γένηται εἰς δυσμάς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι, ὅτε ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίνεσθαι τὴν ἶριν.

εἰσὶ δ αἱ ῥανίδες οὐ σχήματος μορφαὶ ἀλλὰ χρώματος:

καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτ οὖν τὸ μὲν φοινικοῦν, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ ἀκραιφνὴς λαμπηδὼν ἀνακλωμένη ἐρυθρὸν ποιεί καὶ φοινικοῦν τὸ χρῶμα: τὸ δὲ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές:

ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο.

ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ δροσίζον εἰς τὸ πράσινον μεταβάλλει.

ἔστιν οὖν τοῦτο δοκιμάσαι δι ἔργων: εἰ γάρ τις ἄντικρυς τῶν ἡλίου ἀκτίνων λάβῃ ὕδωρ καὶ πυτίσῃ αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἣλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν: καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν.

ἐπισυνισταμένας αὐτῷ.

Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας, καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὴν ἀστέρος διὰ παντὸς ἵστασθαι.

παραπλησίως δ αἰτιολογεῖται τὰ καλούμενα παρήλια, γινόμενα δὲ κατὰ τὸν Πόντον. Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δ αὐγὴν ἐρυθραίνεσθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION