- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 3, Περὶ κομητῶν καὶ διᾳττόντων καὶ δοκίδων.?

(위 플루타르코스, Placita Philosophorum, book 3, Περὶ κομητῶν καὶ διᾳττόντων καὶ δοκίδων.)

τῶν ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων: ἄλλοι δ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν.

Ἀναξαγόρας Δημόκριτος σύνοδον ἀστέρων δυεῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν.

Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται.

Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δ, αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς.

Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου.

Βόηθος ἀέρος ἀνημμένου φαντασίαν. τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι διὸ καὶ παραυτίκα σβέννυσθαι.

Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτωσιν σπινθηρίζειν:

συστήματα ἢ κινήματα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION