호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λ, Διὸς δὲ ιβ. Ἄρεος δυεῖν: ἡλίου ιβ μῆνες: οἱ δ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ σελήνης ἡμέραι λ: οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.
τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν: ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός.
ἄλλοι δὲ δι ἑπτακισχιλίων ψοζ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기