호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Παρμενίδησ στεφάνασ εἶναι περιπεπλεγμένασ ἐπαλλήλουσ, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δ’ ἐκ τοῦ πυκνοῦ· μικτὰσ δ’ ἄλλασ ἐκ φωτὸσ καὶ σκότουσ μεταξὺ τούτων· δίκην στερεὸν ὑπάρχειν.
Λεύκιπποσ καὶ Δημόκριτοσ χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ·
Ἐπίκουροσ ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρασ ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δ’ ἀκίνητα. Πλάτων πῦρ πρῶτον εἶτ’ αἰθέρα μεθ’ ὃν ἀέρα ἐφ’ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν·
ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει. Ἀριστοτέλησ πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα· μεθ’ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν.
τούτων δὲ τοῖσ μὲν οὐρανίοισ ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν , τῶν δ’ ὑπ’ ἐκεῖνα τεταγμένων τοῖσ μὲν κούφοισ τὴν ἄνω τοῖσ. δὲ βαρέσι τὴν κάτω. Ἐμπεδοκλῆσ μὴ διὰ παντὸσ ἑστῶτασ εἶναι μηδ’ ὡρισμένουσ τοὺσ τόπουσ τῶν στοιχείων, ἀλλὰ πανταχῶσ ἀλλήλων μεταλαμβάνειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기