호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου. Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς συστροφήν.
τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος:
οἱ δὲ νεώτεροι κατ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἑώς ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθ ἣν τελείως σβέννυται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기