- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 2, Περὶ φωτισμῶν σελήνης.?

(위 플루타르코스, Placita Philosophorum, book 2, Περὶ φωτισμῶν σελήνης.)

Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως. Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ δ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν: ὁ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

Θαλῆς καὶ οἱ ἀπ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην. λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.

상위

Placita Philosophorum

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION