- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 2, Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι.?

(위 플루타르코스, Placita Philosophorum, book 2, Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι.)

Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν· ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ, προνοίας, ἵν ἃ μὲν ἀοίκητα γένηται ἃ δ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.

Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθ ὃ καὶ τὸν ὅλον κόσμον.

상위

Placita Philosophorum

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION