- 텍스트

Polybius, Histories, book 36, ii. bellum macedonicum

(폴리비오스, Histories, book 36, ii. bellum macedonicum)

Ἐγὼ δέ, φησὶν ὁ Πολύβιος ἐπιτιμῶν τοῖς τὴν τύχην καὶ τὴν εἱμαρμένην ἐπιγράφουσιν ἐπί τε τὰς κοινὰς πράξεις καὶ τὰς κατ ἰδίαν περιπετείας, νῦν βούλομαι περὶ τούτου τοῦ μέρους διαστείλασθαι καθ ὅσον ὁ τῆς πραγματικῆς ἱστορίας ἐπιδέχεται τρόπος.? ὧν μὲν νὴ Δί ἀδύνατον ἢ δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀναφορὰν ποιοῖτο καὶ τὴν τύχην, οἰο῀ν ὄμβρων καὶ νιφετῶν ἐξαισίων ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν αὐχμῶν καὶ πάγων καὶ διὰ ταῦτα φθορὰ καρπῶν, ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν.

διόπερ εἰκότως περὶ τῶν τοιούτων ἀκολουθοῦντες ταῖς τῶν πολλῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύοντες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς θεοὺς τί ποτ ἂν ἢ λέγουσιν ἢ πράττουσιν ἡμῖν ἄμεινον εἰή καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν.

ὧν δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν, ἐξ ἧς καὶ δι ἣν ἐγένετο τὸ συμβαῖνον, οὐχί μοι δοκεῖ τῶν τοιούτων δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν.

λέγω δ οἱο῀ν οὕτως.

ἐπέσχεν ἐν τοῖς καθ ἡμᾶς καιροῖς τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγανθρωπία, δι ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφορίαν εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων. εἴ τις οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν ἐρησομένους τί ποτ ἂν ἢ λέγοντες ἢ πράττοντες πλείονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρ οὐ μάταιος ἂν ἐφαίνετο, τῆς αἰτίας προφανοῦς ὑπαρχούσης καὶ τῆς διορθώσεως ἐν ἡμῖν κειμένης·

τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων καὶ μὴ βουλομένων μήτε γαμεῖν μήτ, ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας θρέψαι, ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν.

ὅτε γὰρ ἑνὸς ὄντος ἢ δυεῖν, τούτων τὸν μὲν πόλεμος, τὸν δὲ νόσος ἐνστᾶσα παρείλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι τὰς οἰκήσεις ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν τὰ σμήνη, τὸν αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πόλεις ἀπορουμένας ἀδυνατεῖν.

ὑπὲρ ὧν οὐδὲ χρεία παρὰ τῶν θεῶν πυνθάνεσθαι πῶς ἂν ἀπολυθείημεν τῆς τοιαύτης βλάβης:

ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ δι αὑτῶν, μεταθέμενοι τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες, ἵνα τρέφηται τὰ γινόμενα.

περὶ τούτων οὔτε μάντεων οὔτε τερατειῶν χρεία. ὁ δ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέρος.

ἀλλ ἐπ ἐκείνων ἐφ ὧν ἀλήπτους ἢ δυσλήπτους εἶναι τὰς αἰτίας συμβαίνει, διαπορητέον:

ὧν ἓν ἦν καὶ τὸ περὶ Μακεδόνας γεγενημένον. Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φόνων ἐμφυλίων διὰ τῆς Ῥωμαίων φιλοτ;

ιμίας: ἅ; μ; α; δυσμενείας μ; ὲ; ν; ἢ βλάβης τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ φιλ πόλεως: ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν πρ ε; ξ; ε; τ; ο; ι; διῄτ πολλοὺς μὲν ἀν φρ πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας ἢ τῶν ἐν τοῖς π; ρ; ό; τ; ε; ρ; ο; ν; καιροῖς ὑπὸ τῶν κατ ἀλήθειαν β; α; σι ἤδη τοῦτο γε ε; χ; ῶς απαντ; ε; ς; ι; ἐπὶ το εἴ αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς ὑβρίζ καὶ πλείστο; ι; ς; ε; μ; ο; ς; τῶν βρ καὶ Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι: ἐν ἀδικ τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων: ο; ἱ; δ; ὲ; τ; ὸ; π;

ο; λ; λ; ῶ; ν; τ; ε; μ; ε; τ; ὰ; μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ δὲ στυγνῷ συναγωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνίκησαν Ῥωμαίους. ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ τῷ συμβάντι·

τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές. διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι.

δῆλον δ ἔστιν ἐκ τῶν λέγεσθαι μελλόντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION