- 텍스트

Polybius, Histories, book 33, a. olymp. 156, 1. i. res italiae

(폴리비오스, Histories, book 33, a. olymp. 156, 1. i. res italiae)

Ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα διακούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν Ἀττάλου τοῦ βασιλέως ἀδελφόν.? οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλ εὐθέως καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν.

Παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην.

ὧν ποιησαμένων λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέντος, παρ ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους οἱ τοῦ συνεδρίου.

τὴν δ αἰτίαν ἔσχε τοῦ μὴ συντελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος, στρατηγὸς ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον.

παρελθὼν τὴν μίαν γνώμην διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλημένους ἀφιέναι καὶ τοὐναντίον.

λοιπὸν οἱ κατὰ τὸ παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν τῶν ἀφιέντων.

καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION