호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων.? παραγενόμενος δ ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον:
ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν:
ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν. μετὰ δὲ ταῦτα τοῖς περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοινωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων.
αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρημένον τόπον.
γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος.
ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὑτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως δι ὃ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρ ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν.
διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν.
παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία.
ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλ ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기