- 텍스트

Polybius, Histories, book 22, iii. res aegypti

(폴리비오스, Histories, book 22, iii. res aegypti)

Ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου δ ἐγεγόνει σύντροφος τῷ βασιλεῖ.? τῆς δ ἡλικίας προβαινούσης ἀνδρωδεστέραν εἶχεν ἢ κατ εὐνοῦχον τόλμαν καὶ προαίρεσιν.

καὶ γὰρ φύσει στρατιωτικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τούτοις καὶ περὶ ταῦτα.

παραπλησίως δὲ καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ σπάνιόν ἐστι.

πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν ἀνθρώπων πεφύκει καλῶς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION