- 텍스트

Polybius, Histories, book 22, ii. res asiae

(폴리비오스, Histories, book 22, ii. res asiae)

Ὅτι Ἀπολλωνίς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας.? καὶ καθότι τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλοστοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός.

πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα καὶ τιμήν.

ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας.

τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες.

ταῦτα δ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION