- 텍스트

Polybius, Histories, book 22, chapter 19

(폴리비오스, Histories, book 22, chapter 19)

Ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρατηγὸν λόγοις τισὶ διεφέρετο.? ὁ μὲν οὖν Φιλοποίμην εὐδοκήσας ἐκ τοῦ καιροῦ τοῖς λεγομένοις καὶ μεταγνοὺς ἐπῄνει τὸν Ἄρχωνα φιλοφρόνως, ὡς ἐντρεχῶς καὶ πανούργως τῷ καιρῷ κεχρημένον. ἔμοιγε μήν, φησὶν ὁ Πολύβιος, οὔτε τότε παρόντι τὸ ῥηθὲν εὐηρέστησεν, ὥστ ἐπαινοῦντά τινα κακῶς ἅμα ποιεῖν, οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προβαινούσης:

πολὺ γὰρ δή τι μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἱρ´εσιν ὁ πραγματικὸς ἀνὴρ τοῦ κακοπράγμονος καὶ παραπλησίαν ἔχειν διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ:

ἃ μὲν γάρ ἐστι κάλλιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, ἃ δὲ τοὐναντίον: ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION